|
|||||||||||||||
Σήμερα ἡ Ἐκκλησία μας ἑορτάζει τὴν σύλληψη τῆς Ἁγίας Ἄννης, μητέρας τῆς Ὑπεραγίας Θεοτόκου. Ὁ Κύριος μας, προετοιμάζοντας τὴν ἐπίγεια κατοικία Του, ἔστειλε ἄγγελο στὸ ταπεινὸ ζεῦγος Ἰωακεὶμ καὶ Ἄννα γιὰ νὰ προμηνύσει τὴν γέννηση τῆς Ἁγίας Παρθένου. Ἡ Παρθένος Μαρία γεννήθηκε μὲ θαυματουργὸ τρόπο, σύμφωνα μὲ τὶς χριστιανικὲς παραδόσεις. Μὲ τὸν τρόπο αὐτὸ ὁ Θεὸς χάρισε στὸν Ἰωακεὶμ καὶ στὴν Ἄννα τὴν Ὑπεραγία Θεοτόκο, μέσω τῆς ὁποίας ἔμελλε νὰ ἀποκτήσει σάρκα ὁ Ἰησοῦς Χριστός.
Ἀπολυτίκιον. Ἦχος δ’.
Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης, εἰσακούων Θεός, παρ’ ἐλπίδα τεκεῖν αὐτούς, σαφῶς ὑπισχνεῖται Θεόπαιδα, ἐξ ἧς αὐτὸς ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι’ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Βουλῇ τῇ θεϊκῇ, ἡ θεόκλητος Ἄννα, δεσμῶν στειρωτικῶν, λυτρωθεῖσα ἐν γήρᾳ, ἀξίως συνέλαβε, τὴν τὸν Λόγον κυήσασαν· ἣν θεώμενος, Ἰωακεὶμ ὁ θεόφρων, ἀνεβόησε· Τὶς ἀνυμνήσει Οἰκτιρμόν, βυθὸν τῆς προνοίας σου; Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐκ Θεοῦ· καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον τὸν Λόγον κυήσασαν.
Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὴν θεοχάλκευτον λυχνίαν καὶ ἑπτάφωτον
Τῇ θεϊκῇ ἐπαγγελίᾳ ἐκομίσασθε
Ἰωακείμ τε καὶ Ἄννα μετ’ εὐφροσύνης.
Ἀλλ’ ὡς θεῖοι τοῦ Παντάνακτος Προπάτορες
Ἀπὸ πάσης ἡμᾶς ῥύσασθε κακώσεως
Τοὺς κραυγάζοντας, χαίροις ζεῦγος θεόλεκτον. Μεγαλυνάριον.
Σήμερον ἡ Ἄννα ἡ εὐκλεής, φύσεως τοῖς νόμοις, συλλαμβάνει θείᾳ βουλῇ, τὴν τὸν Θεὸν Λόγον, ὑπερφυῶς τεκοῦσαν· τὴν σύλληψιν οὖν ταύτης φαιδρῶς αἰνέσωμεν. |
Please follow and like us:
0 σχόλια