Ὦ Παρθένε, ἀκαταλήπτου μυστηρίου φέρουσα θαῦμα,
τριπόθητον πίστιν τῇ οἰκουμένῃ κηρύξασα.
Ἀγγέλων ἀνωτέρα γέγονεν ἡ Παρθένος, μειζοτέρα τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ,
ἀρέσκουσα τῷ βασιλεῖ Χριστῷ,
ὡς ἀξία δούλη καὶ μήτηρ τιμηθεῖσα παρὰ Θεῷ.
Ἁγία μήτηρ ἀμόλυντε, ἡ τὸν πρὸ σοῦ γεννήσασα Χριστὸν τὸν εἰπόντα·
Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· ἡ τὸ σπήλαιον δοξάσασα, καὶ τὴν φάτνην μεγαλύνασα.
Παρθένος γὰρ καὶ σπήλαιον καὶ φάτνη, οὐρανοῦ κύκλον ἔχοντες,
Θεὸν ἀχώρητον ἔφερον, οἱ τρεῖς τῇ Τριάδι σαφῶς λειτουργήσαντες,
ὅτε ἡ Παρθένος ἀπόνως τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην ἐν τῷ σπηλαίῳ κυήσασα,
ἐν τῇ φάτνῃ ἔθετο, τότε καὶ τάξεις ἀγγέλων τὴν Παρθένον ἐκύκλωσαν βοῶντες καὶ λέγοντες·
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὄθεν καὶ ποιμένες ἀγραυλοῦντες τὴν τοιαύτην δοξολογίαν τῶν ἀγγέλων ἤκουσάν τε περὶ τοῦ Σωτῆρος,
καὶ τῷ δρόμῳ βαδίσαντες, τὸ φῶς προσεκύνησαν, ξένον θαῦμα θεασάμενοι,
τὴν δούλην τοῦ Δεσπότου καὶ τὴν ἐπίγειον παρθένον, οὐράνιον νύμφην.
Αὕτη γὰρ καὶ νύμφη, καὶ παστὰς, καὶ Θεοῦ μήτηρ ὤφθη ἐν τῷ σπηλαίῳ,
ὅτε τὸ βρέφος ἔτεκε Χριστόν, κατὰ τὴν προφητικὴν Ἡσαΐου φωνήν·
ὅτι Παιδίον ἐγεννήθη ἡμῖν· υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ,
καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος,
Θεὸς ἰσχυρὸς, ἐξουσιαστής, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Εἶτά φησι μετὰ ταῦτα· Μάγοι ἀπὸ ἀνατολῶν ὑπὸ ἀστέρος φωτεινοῦ καταλαμπόμενοι, καὶ ὁδηγούμενοι,
τὸ μῆκος τῆς ἐξ ἀνατολῆς ὁδοῦ βαδίσαντες,
ἥκασιν εἰς προσκύνησιν τοῦ τεχθέντος ἐν Βηθλεέμ.
Ὄθεν καὶ τὴν πόλιν Ἱερουσαλὴμ καταλαβόντες, κρύπτεται ἀπ᾿ αὐτῶν ὁ ἀστήρ·
οἱ δὲ θορυβηθέντες τὸν ὁδηγὸν ἀπολέσαντες,
ἀνάγκης τῇ βίᾳ τοὺς ἐν τῇ πόλει ἐρωτῶντες, ἐπυνθάνοντο παρ᾿ αὐτῶν·
Ποῦ ὁ Χριστὸς γεννᾶται; ξένον δὲ θαῦμα πᾶσιν ἐνομίζετο
. Περὶ οὗ Ἡρώδης ἀκούσας, ἐταράττετο λίαν, καὶ καλέσας τοὺς ἱερεῖς, ἐπυνθάνετο παρ᾿ αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται.
Οἱ δὲ εἶπον καὶ οὐκ ἠρνήσαντο· ὡμολόγησαν καὶ οὐκ ἐψεύσαντο.
Τὰς ἀκτῖνας τοῦ ἡλίου κρύπτειν οὐκ ἠδύναντο,
τὴν περὶ τοῦ Σωτῆρος φωνὴν διὰ τοῦ προφήτου σαφηνιζομένην ἐμαρτύρησαν λέγοντες·
Ἐν Βηθλεὲμ γεννᾶται ὁ Χριστός.
Οὕτω γὰρ βοᾷ διὰ τοῦ προφήτου·
Καὶ σύ, Βηθλεὲμ, οὐδαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα·
ἐκ σοῦ γὰρ ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ.
Ὢ τοῦ ἀπειθοῦντος Ἰσραήλ!
Ὡμολόγησε τὸ πρᾶγμα τοῦ νόμου, καὶ τὸν νομοθέτην ἠρνήσατο· αὐτοὶ ἐμαρτύρησαν ποῦ ὁ Χριστὸς γεννᾶται, καὶ αὐτοὶ πάλιν ἠρνήσαντο τὸν γεννηθέντα Χριστόν.
Τὶ οὖν οἱ μάγοι;
ὧν τὸ οἰκεῖον τοῦ νοὸς ἠλλοιώθη, ὧν ἡ καρδία ἐταράττετο λίαν, καὶ ἐσβέννυτο ἐν λύπῃ,
ὧν οἱ στεναγμοὶ ὡς κυμάτων βία τὴν ναῦν ἐπόντιζον,
ὧν οἱ ὀφθαλμοὶ μαργαριτοειδέσι δάκρυσι τὴν γῆν κατέῤῥαινον,
ὧν ἀφόρητος ἡ θλίψις, τὸν ἀνατολῶν ζητοῦντες ὁδηγόν, ὃν οὐκ εἶχον, ἔχοντες ἐζήτουν·
Ποῦ ὁ ἀστὴρ ὁ τῶν μάγων ὁδηγός;
Καθ᾿ οἷον δὲ τρόπον κρύπτεται ἀπ᾿ αὐτῶν ὁ ἀστήρ;
σκόπει τὴν ἀλήθειαν, καὶ βλέπε τὸ θαῦμα, καὶ τὴν μήνυσιν.
Ἔνεκεν τούτου κρύπτεται ἀπ᾿ αὐτῶν ὁ ἀστὴρ,
ἵνα τούτων ἐρωτώντων παρὰ τῶν ἀπίστων ἱερέων, φανερὸν γένηται πᾶσι τὸ οὐρανοῦ καὶ γῆς μυστήριον.
Ὄθεν μετὰ τὸ γνῶναι πάντας, φανεροῦται πάλιν μάγοις ὁ ἀστὴρ,
ἕως οὗ ἐλθὼν ἔστη ἐπάνω τοῦ βρέφους ἐν τῷ σπηλαίῳ, ἢ μᾶλλον ἐν τῷ οὐρανῷ.
Ὅπου γὰρ Χριστὸς, ἐκεῖ ὁ οὐρανός· τὸ γὰρ σπήλαιον οὐρανὸς ὤφθη ἐπὶ γῆς.
Οἱ δὲ ἰδόντες τὸν ἀστέρα, μᾶλλον δὲ τὸν Σωτῆρα,
ἐχάρησαν χαρὰν μεγάλην, οἳ καὶ κύψαντες προσεκύνησαν,
καὶ ἐκβαλόντες τὰ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Χρυσὸν μὲν ὡς βασιλεῖ·
λίβανον δὲ ὡς Θεῷ· καὶ σμύρναν ὡς θνητῷ·
μᾶλλον δὲ ἵνα καὶ τὸν ἐνταφιασμὸν μηνύσωσι τοῦ πάντων κτίστου καὶ δημιουργοῦ Χριστοῦ,
ὃν ἔτεκεν ἡ οὐράνιος νύμφη Μαρία,
ὁ οὐρανὸς καὶ ναὸς καὶ θρόνος τῆς θεότητος, τὸ ἀνεκλάλητον τοῦ παραδείσου κειμήλιον.
Ἄγγελοι τὴν Εὔαν ἐμέμφοντο,
νυνὶ δὲ τὴν Μαρίαν δοξάζουσιν· ἡ τὸ ἀσθενὲς τῶν γυναικῶν κυρίως δοξάσασα,
ἡ τὴν πεσοῦσαν Εὔαν ἀναστήσασα, καὶ τὸν ἐκβληθέντα τοῦ παραδείσου Ἀδὰμ εἰς οὐρανοὺς ἀποστείλασα,
ἡ τὸν κλεισθέντα παράδεισον ἀνοίξασα, καὶ διὰ λῃστοῦ πάλιν τὸν Ἀδὰμ καταφυτεύσασα.
Διὰ σοῦ γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ τὴν ἔχθραν κατέλυσεν,
ὦ ἁγία Παρθένε· διὰ σοῦ ἡ οὐράνιος εἰρήνη τῷ κόσμῳ ἐδωρήθη,
διὰ σοῦ τὰ πέρατα τῆς οἰκουμένης ἐφωτίσθη,
διὰ σοῦ ἄνθρωποι ἄγγελοι γεγόνασι,
διὰ σοῦ φίλοι, καὶ δοῦλοι, καὶ τέκνα Θεοῦ ἄνθρωποι ἐκλήθησαν,
καὶ διὰ σοῦ σύνδουλοι ἀγγέλων καὶ συνόμιλοι ἄνθρωποι ἠξιώθησαν γενέσθαι· διὰ σοῦ γνῶσις οὐράνιος,
καὶ δοξολογία ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναπέμπεται·
διὰ σοῦ παῤῥησίαν ἄνθρωποι ἐν οὐρανῷ πρὸς τὸν Ὕψιστον ἔχουσι·
διὰ σοῦ σταυρὸς ἔλλαμψε κατὰ πάσης τῆς οἰκουμένης,
ἐν ᾧ τὸ βρέφος σου ἐκρέματο Χριστὸς ὁ Θεὸς ἡμῶν·
διὰ σοῦ θάνατος πατεῖται, καὶ ᾅδης σκυλεύεται· διὰ σοῦ τὰ εἴδωλα πεπτώκασι,
καὶ γνῶσις οὐράνιος ἐγήγερται· διὰ σοῦ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐγνώκαμεν,
ὃν ἔτεκες, παναγία Παρθένε, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν,
ᾧ πάντες ἄγγελοι καὶ ἄνθρωποι προσκυνοῦντες λέγομεν,
ἄναρχον τὸν Πατέρα, ἄναρχον τὸν Υἱόν, ἄναρχον τὸ ἅγιον Πνεῦμα,
Τριάδα ἀχώριστον καὶ ὁμοούσιον δοξάζοντες εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

Please follow and like us:
error
fb-share-icon
Κατηγορίες: Δοξολογία

0 σχόλια

Αφήστε μια απάντηση

Σύμβολο κράτησης θέσης avatar

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *