ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ ΑΜΑΡΟΥΣΙΟΥ ΚΑΙ ΩΡΩΠΟΥ

ΙΕΡΟΣ ΝΑΟΣ Αγιου Δημητριου και
Παμμεγιστων Ταξιαρχων
ΜΗΛΕΣΙ ΩΡΩΠΟΥ
Ιερα Πανηγυρις
Αγιου Παντολεοντος Συναθλου
Αγιου Νικολαου του εν Βουνενοις
Τρίτη
8
Μαΐου
7:00 μ.μ.
Μέγας Πανηγυρικός Εσπερινός μετά αρτοκλασίας και θείου
κηρύγματος
Τετάρτη
9
Μαΐου
7:00 π.μ.
Όρθρος – Αρχιερατική Θεία Λειτουργία
Ιερουργούντος του
Σαβασμιωτάτου Μητροπολίτου Κηφισίας, Αμαρουσίου και
Ωρωπού κ.κ Κυρίλλου.
7:00 μ.μ.
Μεθέορτος Εσπερινός – Παράκληση στον Άγιο Παντολέοντα

Ὁ Οἶκος.
Ἄριστος καλλιμάρτυς,
Παντολέον, ἐπώφθης
συμμάρτυς Νικολάου Βουνένων,
ὁ αἰσχύνας Ἀράβων ἑσμὸν
καὶ εὐφράνας δῆμον εὐσεβῶν ἄθλοις σου·
διὸ λαμπρῶς τιμῶντές σε
βοῶμεν εὐχαρίστῳ γλώσσῃ·
Χαῖρε, ὁ σύναθλος Νικολάου·
χαῖρε, ὁ ἔνοικος Παραδείσου.
Χαῖρε, στρατιώτης Χριστοῦ εὐλαβέστατος·
χαῖρε, στεφανίτης λαμπρὸς καὶ ἀήττητος.
Χαῖρε, ὅτι κατετρόπωσας τῶν Ἀράβων τὸν ἐσμόν·
χαῖρε, ὅτι κατηγλάϊσας τῆς Λαρίσης τὸν λαόν.
Χαῖρε, ὁ ἁγιάσας τοῦ Τυρνάβου τὰ ἄλση·
χαῖρε, ὁ ὡραΐσας ἀθλοφόρων τὰ σμήνη.
Χαῖρε, ἰσχύος στῦλος ἀκλόνητος·
χαῖρε, ἀσπίδος θείας ὁ κάτοχος.
Χαῖρε, χοροῦ συμμαρτύρων σου κλέος·
χαῖρε, ἑσμοῦ τῶν Ἀράβων τὸ μένος.
Χαίροις, Μάρτυς στεῤῥόψυχε. 
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς θ’ Μαΐου. Εἶτα λέγομεν·
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου, ἐνδόξου Μάρτυρος Παντολέοντος, ἐν Τυρνάβῳ ἀθλήσαντος, συνάθλου τοῦ Ἁγίου Νικολάου, τοῦ Νέου, τοῦ ἐν Βουνένοις μαρτυρικῶς τελειωθέντος.
Στίχοι.
Ὡς λέων ὥρμησας ταχύ, Παντολέον,
Νικολάου σύναθλε, ἐν Βουνένοις.
Συναξάριον.
Ὁ Ἅγιος Μάρτυς τοῦ Χριστοῦ Παντολέον ἦν εἷς ἐκ τῶν δώδεκα συνάθλων τοῦ Δουκὸς τῆς Λαρίσης Νικολάου, τοῦ εἶτα ἀσκήσαντος καὶ ἀθλήσαντος ἐν τοῖς Βουνένοις ἐν ἔτει 902. Ἤθλησεν ἐν Τυρνάβῳ, ἐν ᾧ κατέφυγε κατὰ προτροπὴν τοῦ ἀρχηγέτου αὐτοῦ Νικολάου, μετὰ Χριστοφόρου, Ἁρμοδίου, Ἀκινδύνου, Αἰμιλιανοῦ, Γρηγορίου, Δημητρίου, Εὐωδίου, Θεοδώρου, Ἰωάννου, Μιχαὴλ καὶ Παγκρατίου κατὰ τὴν ἐπὶ τῆς Θετταλίας ἐπιδρομὴν τῶν στυγνῶν Ἀράβων, ὡς Ἄγγελος Κυρίου αὐτοῖς προεῖπε. Τὰ ἱερὰ αὐτοῦ λείψανα μετ’ ἐκεῖνα τῶν αὐτοῦ συνάθλων μετήνεγκεν ἐκ Τυρνάβου εἰς Λάρισαν ὁ λαοφιλὴς Ἐπισκοπος τῆς πόλεως Φίλιππος.
Ἐν τοῖς ἐσχάτοις χρόνοις θαυμαστῶς εὑρέθη ἡ σορὸς τῶν χαριτοβρύτων τοῦ Ἁγίου Παντολέοντος λειψάνων ὑποκάτω τῆς Ἁγίας Τραπέζης τοῦ Ναοῦ τοῦ Ἁγίου Παντελεήμονος ἐν τῇ περιοικίδι τοῦ Μηλεσίου Ὠρωποῦ καὶ ἐπεβεβαιώθησαν ὑπὸ τοῦ ἰδίου τοῦ Ἁγίου ἐμφανισθέντος εἰς εὐσεβῆ γυναῖκα ὀσφρανθεῖσαν τὴν τῶν ἱερῶν λειψάνων εὐωδίαν. Νῦν θησαυρίζονται ἐν τῷ Ναῷ τοῦ Ἁγίου Δημητρίου Μηλεσίου. 
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Please follow and like us:
error
fb-share-icon

0 σχόλια

Αφήστε μια απάντηση

Σύμβολο κράτησης θέσης avatar

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *